Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.50 Dem. 49.53 (English) >>Dem. 49.56

49.52 τίς παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων; χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν· οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὑποτιθέμενος <παραλήψεσθαι> οὔθʼ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδʼ αὖ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλʼ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον. 49.53θαυμάζω δʼ ἔγωγε καὶ τίνος ἕνεκʼ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς. πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπʼ ἐνεχύρῳ; ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον; ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ; 49.54ἀλλʼ οὔτε χαλκὸς ὑπετέθη, ἄνδρες δικασταί, οὔτε Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν. ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.50 Dem. 49.53 (English) >>Dem. 49.56

Powered by PhiloLogic